Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 45-3
Not analysed yet
ὅτι γά; ρ, φασίν, ἀπὸ τῆς διαθέσεως καὶ οὐκ ἀπὸ ψιλῆς τῆς προφορᾶς κριτέον ἐστὶ τὸν ψευδόμενον, πάρεστι μαθεῖν ἐκ τῶν τεθησομένων ὑποδειγμάτων. τυμβωρύχος γὰρ λέγεται καὶ ὁ ἐπὶ τῷ σκυλεύειν τοὺς νεκροὺς τοῦτο πράττων καὶ ὁ τύμβους τοῖς νεκροῖς ὀρύττων· ἀλλ’ ὁ μὲν πρῶτος κολάζεται ὡς ἀπὸ κακῆς διαθέσεως τοῦτο πράσσων, ὁ δὲ δεύτερος καὶ μισθὸν λαμβάνει τῆς ὑπηρεσίας διὰ τὴν ἀντικειμένην αἰτίαν. προφανὲς τοίνυν ἐστίν, ὅτι καὶ τὸ ψεῦδος λέγειν τοῦ ψεύδεσθαι κατὰ πολὺ διενήνοχεν, ᾗ τὸ μὲν ἀπὸ ἀστείας γίνεται γνώμης, τὸ δὲ ψεύδεσθαι ἀπὸ πονηρας.