Ancient Greek
46 to 49
Sextus Empiricus, Adversus mathematicos 46-3-49
Not analysed yet
Ταῦτα καὶ περὶ τῆς ἀληθείας κατά τινας προαποδόντεες ἀκολούθως καὶ τὴν γενομένην τοῖς δογματικοῖς φιλοσόφοις διάστασιν περὶ τοῦ κριτηρίου σκοπῶμεν· ἀνάγκη γάρ ἐστι ζητοῦντας περὶ τῆς τούτου ὑπάρξεως συνεπιθεωρεῖν καὶ ὅ τι ἐστίν. πολλαὶ μὲν οὖν καὶ ποικίλαι διαιρέσεις φέρονται κατὰ τὸν τόπον· ἀλλ’ ἡμῖν ἀπόχρη πρὸς τὸ παρὸν λέγειν, ὅτι οἱ μὲν ἀνεῖλον τὸ κριτήριον, οἱ δὲ ἀπέλιπον. καὶ τῶν ἀπολιπόντων τρεῖς αἱ ἀνωτάτω γεγόνασι στάσεις· οἱ μὲν γὰρ ἐν λόγῳ τοῦτο ἀπέλιπον, οἱ δέ ἐν ταῖς ἀλόγοις ἐναργείαις, οἱ δὲ ἐν ἀμφοτέροις. καὶ δὴ ἀνεῖλον μὲν αὐτὸ Ξενοφάνης τε ὁ Κολοφώνιος καὶ Ξενιάδης ὁ Κορίνθιος καὶ Ἀνάχαρσις ὁ Σκύθης καὶ Πρωταγάρας καὶ Διονυσόδωρος, πρὸς δὲ τούτοις Γοργίας ὁ Λεοντῖνος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Ἀνάξαρχος ὁ εὐδαιμονικὸς καὶ Μόνιμος ὁ κύων. ἐν τούτοις δέ εἰσι καὶ οἱ ἀπὸ τῆς σκέψεως.] ὧν Ξενοφάνης μὲν κατά τινας εἰπὼν πάντα ἀκατάληπτα ἐπὶ ταύτης ἔστη τῆς φορᾶς ,ἐν οἶς γράφει (B 34 Diels) καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν, οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ’ ἐπὶ πᾶσι τέτυκται.