Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 48-2
Not analysed yet
Ἀλλὰ ὅτι μὲν οὐ ῥητέον τὴν ῥητορικὴν τέχνην, ἐκ τού- των συμφανές· τὸ δέ μετὰ τοῦτο καὶ ἐκ τῆς ὕλης περὶ ἤν ἐστι σκοπῶμεν αὐτῆς τὸ ἀνυπόστατον. καίτοι προαπο- δέδοται ἡμῖν τὸ κεφάλαιον ἐν τῷ πρὸς τοὺς γραμματι- κούς (MM I 99 sqq.) . εἰ γὰρ περὶ λόγον ἡ γραμματικὴ πο- νεῖται, οὔτε δὲ λέξις ἐστί τι οὔτε λόγος ἐκ λέξεων συγ- κείμενος, ὡς ἐπεδείξαμεν, διὰ τὸ οὖ τὰ μέρη μὴ ἔστιν ἀνύπαρκτον εἶναι, ἀκολουθήσει καὶ τὸ τὴν ῥητορικὴν ἀν- υπόστατον ὑπάρχειν.