Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 49-2
Not analysed yet
ὅμως δʼ οὖν ῥητέον πρῶτον μὲν ὅτι οὐκ εἰ τὸν λόγον ἐξεπόνησεν ἡ ῥητορική, πάντως ἐστὶν ἔντεχνος, ἀλλʼ εἰ τὸν συμφέροντα. καθὸ γὰρ φαρμάκων διαφόρων ὄντων, καὶ τῶν μέν θανασίμων τῶν δὲ σωτη- ρίων, ἡ μὲν ἐν τοῖς θανασίμοις ἕξις καταγιγνομένη οὔτε τέχνη τίς ἐστιν οὔτε ἰατρική, ἡ δὲ περὶ τὰ σωτήρια καὶ τέχνη καὶ βιωφελής, οὕτω καὶ λόγων τῶν μὲν συμφε- ρόντων τῶν δὲ βλαπτικῶν ὄντων, εἰ μὴ περὶ τοὺς συμ- φέροντάς ἐστιν ἡ ῥητορικὴ ἀλλὰ τοὺς βλαβερούς, πρὸς τῷ μὴ εἶναι τέχνη ἔτι καὶ κακοτεχνία γενήσεται. παρεστή- σαμεν δέ γε πρότερον ὅτι βλαπτικωτάτοις ἐνυποδύεται λόγοις· τοίνυν οὐδὲ τέχνη καθέστηκεν.