Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 49
Not analysed yet
Πλὴν διττῆς οὔσης γραμματικῆς, τῆς μὲν τὰ στοι- χεῖα καὶ τὰς τούτων συμπλοκὰς διδάξειν ἐπαγγελλομένης καὶ καθόλου τέχνης τινὸς οὔσης τοῦ γράφειν τε κοὶ ἀνα- γινώσκειν, τῆς δὲ βαθυτέρας παρὰ ταύτην δυνάμεως, οὐκ ἐν ψιλῇ γραμμάτων γνώσει κειμένης ἀλλὰ κἀν τῷ ἐξετά- ζειν τὴν εὕρεσιν αὐτῶν καὶ τὴν φύσιν, ἔτι δὲ τὰ ἐκ τού- των συνεστῶτα λόγου μέρη καὶ εἴ τι τῆς αὐτῆς ἰδέας θεω- ρεῖται, πρόκειται νῦν ἀντιλέγειν οὐ τῇ προτέρᾳ· συμφώ- νως γὰρ κατὰ πάντας ἐστὶ χρειώδης, ἐν οἷς θετέον καὶ τὸν Ἐπίκουρον (ad. fr. 227 Us.) ,εἰ καὶ δοκεῖ τοῖς ἀπὸ τῶν μαθημάτων διεχθραίνειν· ἐν γοῦν τῷ περὶ δώρων καὶ χάριτος (fr. 22 Us.) ἱκανῶς πειρᾶται διδάσκειν ὅτι ἀν- αγκαῖόν ἐστι τοῖς σοφοῖς μανθάνειν γράμματα.