Ancient Greek
50 to 52
Sextus Empiricus, Adversus mathematicos 50-52
Not analysed yet
καὶ ἄλλως, εἴπαιμεν ἂν ἡμεῖς, οὐ σοφοῖς μόνον ἀλλὰ καὶ πᾶσιν ἀν- θρώποις. ὅτι γὰρ πάσης τέχνης τὸ τέλος εὔχρηστόν ἐστι τῷ βίῳ, φανερόν. τῶν δέ τεχνῶν αἱ μέν προηγουμένως ὑπὲρ τῆς τῶν ὀχληρῶν ἐκκλίσεως παρῆλθον, αἱ δὲ ὑπὲρ τῆς τῶν ὠφελίμων εὑρέσεως. καὶ ἔστι τῆς μὲν πρώτης ἰδέας ἰατρική, παιωνὶς οὖσα καὶ λυσίπονος τέχνη, τῆς δὲ δευτέρας κυβερνητική τῆς γὰρ ἀπὸ τῶν ἄλλων ἐθνῶν χρείας μάλιστα δέονται πάντες ἄνθρωποι. ἐπεὶ οὖν ἡ γραμματιστικὴ διὰ τῆς τῶν γραμμάτων ἐπινοίας ἰᾶτσι μὲν ἀργότατον πάθος, τὴν λήθην, συνέχει δὲ τάτην ἐνέργειαν, τὴν μνήμην, τὰ πάντα ἐπʼ αὐτῇ κεῖτσι σχεδόν, καὶ οὔτε ἄλλους τι ἔνεστι τῶν ἀναγκαίων δι- δάσκειν οὔτε παρʼ ἄλλου μαθεῖν τι τῶν λυσιτελῶν χωρίς αὐτῆς δυνατὸν ἔσται. οὐκοῦν τῶν χρησιμωτάτων ἡ γραμ- ματιστική.