Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 49-5
Not analysed yet
Ἐπεὶ οὐ πᾶν τὸ ἐπινοούμενον καὶ ὑπάρξεως μετείληφεν, ἀλλά δύναταί τι ἐπινοεῖσθαι μέν, μὴ ὑπάρχειν δέ, καθάπερ ῾Ιπποκένταυρος καὶ Σκύλλα, δεήσει μετὰ τὴν περὶ τῆς ἐπινοίας τῶν θεῶν ζήτησιν καὶ περὶ τῆς ὑπάρξεως τούτων σκέπτεσθαι. τάχα γὰρ ἀσφαλέστερος παρὰ τοὺς ὡς ἑτέρως φιλοσοφοῦντας εὑρεθήσεται ὁ σκεπτικός, κατὰ μὲν τὰ πάτρια ἔθη καὶ τοὺς νόμους λέγων εἶναι θεοὺς καὶ πᾶν τὸ εἰς τὴν τούτων θρῃσκείαν καὶ εὐσέβειαν συντεῖνον ποιῶν, τὸ δ᾿ ὅσον ἐπὶ τῇ φιλοσόφῳ ζητήσει μηδὲν προπετευόμενος.