Ancient Greek
50 to 53
Sextus Empiricus, Adversus mathematicos 50-5-53
Not analysed yet
Τῶν οὖν περὶ ὑπάρξεως θεοῦ σκεψαμένων οἱ μὲν εἶναί φασι θεόν, οἱ δὲ μὴ εἶναι, οἱ δὲ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλείους τῶν δογματικῶν καὶ ἡ κοινὴ τοῦ βίου πρόληψις, μὴ εἷναι δὲ οἱ ἐπικληθέντες ἄθεοι, καθάπερ Εὐήμερος (Callimach. fr. 86 Schn.) ,γέρων ἀλαζών, ἄδικα βιβλία ψήχων, καὶ Διαγόρας ὁ Μήλιος καὶ Πρόδικος ὁ Κεῖος καὶ Θεόδωρος καὶ ἄλλοι παμπληθεῖς· ὧν Εὐήμερος μὲν ἔλεγε τοὺς νομιζομένους θεοὺς δυνατούς τινας γεγονέναι ἀνθρώπους καὶ διὰ τοῦτο ὑπὸ τῶν ἄλλων θεροποιηθέντας δόξαι θεούς, Πρόδικος (B 5 Diels) δὲ τὸ ὠφελοῦν τὸν βίον ὑπειλῆφθαι θεόν, ὡς ἥλιον καὶ σελήνην καὶ ποταμοὺς καὶ λίμνας καὶ λειμῶνας καὶ καρποὺς καὶ πᾶν τὸ τοιουτῶδες. Διαγόρας δὲ ὁ Μήλιος, διθυραμβοποιός, ὥς φασι, τὸ πρῶτον γενόμενος ὡς εἴ τις τις καὶ 19a τις καὶ ἄλλος δεισιδαίμων· ὅς γε κατήρξατο τὸν τρόπον τοῦτον· ‘‘κατὰ δαίμονα καὶ τύχην πάντα τελεῖται”· ἀδικηθεὶς δὲ ὑπό τινος ἐπιορκήσαντος καὶ μηδὲν ἕνεκα τούτου παθόντος μεθηρμόσατο εἰς τὸ λέγειν μὴ εἶναι θεόν.