Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 50-4
Not analysed yet
διὰ τούτων γὰρ σαφὲς μὲν ἔοικε λέγειν τἀληθὲς καὶ τὸ γνώριμον, καθὸ καὶ λέγεται (Eiiripid. Pboen. 469) ἀπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, ἄνδρα δὲ τὸν ἄνθρωποι, τῷ εἰδικῷ καταχρώμενος ἀντὶ τοῦ γένους· εἶδος γὰρ ἀνθρώπου καθέστηκεν ὁ ἀνήρ. σύνηθες δ’ ἐστὶ τούτῳ χρῆσθαι τῷ τρόπῳ τῆς φράσεως καὶ ‘Ιπποκράτει, ὅταν λέγῃ (aphorism. VII 43) ‘‘γυνὴ ἀμφιδέξιος οὐ γίνεται ”,τουτέστι θήλεια ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας οὐ συνίσταται. ἀμφὶ θεῶν δὲ ὑποδειγματικῶς περί τινος τῶν ἀδήλων, δόκον δὲ τὴν δόκησιν καὶ τὴν δόξαν.