Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 52
Not analysed yet
Συνελόντι δὲ φάναι, οὐδὲ κατασκευάζει καλὴν λέξιν ἡ ῥητορική. οὐδὲ γὰρ ὑποδείκνυσιν ἡμιῖν τὴν εἰς τοῦτο τεχνολογίαν, οἷον ὅτι καλῇ λέξει χρῆται πρῶτον μὲν ὁ μὴ ἐκκλίνων τὰ κατὰ τὴν συνήθειαν λεγόμενα, καθὼς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς ὑπεδείξαμεν (M I 189 sq.) ,εἶτα καὶ ὁ τοῦ νοουμένου πράγματος ἀσφαλῶς κρατῶν· ῥέμβεται γὰρ ἡ λέξις ἀγνοουμένων τούτων, παρὸ καὶ εἰς τοῦτο ἀποβλέποντες ἀγαθὸν εἶναι λέγομεν ῥήτορα ἕκαστον τῶν ἰδίων ἐπιτηδευμάτων.