Ancient Greek
50 to 51
Sextus Empiricus, Adversus mathematicos 50-2-51
Not analysed yet
καὶ μὴν εἴπερ ἡ συκοφαντικὴ καὶ ἡ ὀχλο |κοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι, δῆλον ὡς καὶ ἡ ῥητορικὴ κατὰ ψιλὸν τὸ ἐκπεπονηκέναι τὴν ἐν τῷ λέγειν δύναμιν ἐξεταζομένη οὐδὲ γενήσεται τέχνη. ἀλλὰ μὴν ἡ συκοφαντικὴ καὶ ἡ ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι· τοίνυν οὐδὲ ἡ ῥητορική. πρός γε μὴν τοῖς εἰρημένοις, οὐδὲ ἴδιον ῥητορικῆς ἐστι τοῦτο, ἀλλὰ τὸ κοινὸν παντὸς λογικοῦ μαθήματος· καὶ γὰρ ἰατρικὴ εὖ λέγει περὶ τῶν ἑαυτῆς θεωρημάτων καὶ μουσικὴ περὶ μουσικῶν. διόπερ ὡς ἑκάστη τούτων οὔκ ἐστιν ἕνεκα τοῦ λέγειν ῥητορική, οὕτως οὐδὲ περὶ ἧς ἐστιν ἡ ζήτησις.