Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 57-5
Not analysed yet
μέμνηται δὲ ταύτης τῆς ἱστορίας καὶ Τίμων ὁ Φλιάσιος (fr. 5 Diels) ἐν τῷ δευτέρῳ τῶν Σίλλων ταῦτα διεξερχόμενος, †ἔσητε† καὶ μετέπειτα σοφιστῶν οὔτ᾿ ἀλιγυγλώσσῳ οὔτ᾿ ἀσκόπῳ οὔτ᾿ ἀκυλίστῳ Πρωταγόρῃ· ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι, ὅττι θεοὺς κατέγραψ᾿ οὔτ᾿ εἰδέναι οὔτε δύνασθαι ὁπποῖοί τινές εἰσι καὶ οἴ τινες ἀθρήσασθαι, πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱ χραίσμησ᾿, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως Σωκρατικὸν πίνων ψυχρὸν πότον Ἀίδα δύῃ.