Ancient Greek
58 to 60
Sextus Empiricus, Adversus mathematicos 58-7-60
Not analysed yet
καὶ Ἐπίκουρος δὲ κατ᾿ ἐνίους ὡς μὲν πρὸς τοὺς πολλοὺς ἀπολείπει θεόν, ὡς δὲ πρὸς τὴν φύσιν τῶν πραγμάτων οὐδαμῶς. οὐ μᾶλλον δὲ εἶναι ἢ μὴ εἶναι θεοὺς διὰ τὴν τῶν ἀντικειμένων λόγων ἰσοσθένειαν ἔλεξαν οἱ ἀπὸ τῆς σκέψεως. καὶ τοῦτο εἰσόμεθα ἑκατέρωθεν τὰ ἐπιχειρούμενα συντόμως ἐπιδραμόντες. Οἱ τοίνυν θεοὺς ἀξιοῦντες εἶναι πειρῶνται τὸ προκείμενον μένον κατασκευάζειν ἐκ τεσσάρων τρόπων, ἑνὸς μὲν τῆς παρὰ πᾶσιν ἀνθρώποις συμφωνίας, δευτέρου δὲ τῆς κοσμικῆς διατάξεως, τρίτου δὲ τῶν ἀκολουθούντων ἀτόπων τοῖς ἀναιροῦσι τὸ θεῖον, τετάρτου δὲ καὶ τελευταίου τῆς τῶν ἀντιπιπτόντων λόγων ὑπεξαιρέσεως.