Ancient Greek
6 to 10
Sextus Empiricus, Adversus mathematicos 6-5-10
Not analysed yet
τῶν δὲ ζῳδίων τὰ μέν τινα ἀρρενικὰ καλοῦσι τὰ δὲ θηλυκά, καὶ τὰ μὲν δίσωμα τὰ δὲ οὔ, καὶ τινὰ μὲν τροπικά, τινὰ δὲ στερεά. ἀρρενικὰ μὲν οὖν καὶ θηλυκὰ ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογο- νίαν ἢ θηλυγονίαν κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, ταῦρος δέ, φασί, θηλυκόν, δίδυμοι ἀρρενικόν, καὶ ἐναλλὰξ τὰ λοιπὰ κατὰ τὴν ὁμοίαν ἀναλογίαν, τὰ μὲν ἀρρενικὰ τὰ δὲ θηλυκά. ἀφʼ ὧν, οἶμαι, καὶ οἱ Πυθαγορικοὶ κινη- θέντες τὴν μὲν μονάδα ἄρρεν προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν, καὶ ἀναλόγως [πάλιν ]τοὺς λοιποὺς τῶν τε ἀρτίων καὶ περιττῶν ἀριθ- μῶν. ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόριᾳ διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ κριοῦ τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ κριόν τε καλοῦσι καὶ ἄρρεν, τὸ δὲ δεύτερον ταῦρόν τε καὶ θῆλυ, τὸ δὲ τρί- τον διδύμους τε καὶ ἄρρεν· καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν ὁ αὐτὸς λόγος. δίσωμα δέ λέγουσιν εἶναι ζῴδια διδύμους τε καὶ τὸν διαμετροῦνται τούτους τοξότην, παρθένον τε καὶ ἰχθύας, οὐ δίσωμα δὲ τὰ λοιπά.