Ancient Greek
62 to 63
Sextus Empiricus, Adversus mathematicos 62-5-63
Not analysed yet
οὐκ ἔστι δὲ οἰκεῖον ἀπὸ τῶν διαφερουσῶν περιστάσεων τἀς διαφόρους περιστάσεις ἀθετεῖν ,τουτέστιν ἀπὸ μὲν τῶν ἐν τῷ σωφρονεῖν ὑποπιπτόντων τὰ ἐν τῷ μεμηνέναι φαινόμενα, ἀπὸ δὲ τῶν ὕπαρ τὰ κατὰ τοὺς ὕπνους, ἀπὸ δὲ τῶν ἐν γήρᾳ τὰ ἐν νηπιότητι. ὧς γὰρ αὐτὰ ἐκείνοις οὐ φαίνεται, οὕτως καὶ ἀνάπαλιν τὰ τούτοις φαινόμενα ἐκείνοις οὐ προσπίπτει. διόπερ εἰ ὅτι ὁ μεμηνὼς ἢ ὁ κοιμώμενος ἐν ποιᾷ διαθέσει θεωρεῖται, οὐκ ἔστι βέβαιος τῶν φαινομένων αὐτῷ κριτής, ἐπεὶ καὶ ὁ σωφρονῶν καὶ ὁ ἐγρηγορὼς ἐν ποιᾷ καθέστηκε διαθέσει, πάλιν οὐκ ἔσται πιστὸς πρὸς τὴν διάγνωσιν τῶν ὑποπιπτόντων αὐτῷ. μηδενὸς οὖν χωρὶς περιστάσεως λαμβανομένου, ἑκάστῳ πιστευτέον <. . . . . >τῶν κατὰ τὴν οἰκείαν περίστασιν λαμβανομένων.