Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 64-4
Not analysed yet
καὶ τούτῳ δὴ κινεῖσθαι τινὲς ὑπενόησαν τὸ κριτήριον, ἐπείπερ τουτὶ μὲν τῶν καθ’ αὐτὰ ὑποκειμένων δοκιμαστικον εἶναι βούλεται, τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους διοριστικὸν ὑπάρχειν, ὁ δὲ προειρημένος ἀνὴρ οὔτε καθ’ αὐτό τι ὑπάρχον οὔτε ψεῦδος ἀπολέλοιπεν. τοιοῦτοι δὲ γεγονέναι λέγονται καὶ οἱ περὶ τὸν Εὐθύδημον καὶ Διονυσόδωρον· τῶν γὰρ πρός τι καὶ οὗτοι τό τε ὂν καὶ τὸ ἀληθὲς ἀπολελοίπασιν.