Ancient Greek
62 to 66
Sextus Empiricus, Adversus mathematicos 62-7-66
Not analysed yet
ἤδη δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι προηγμένα, μένα, τὰ δ’ ἀποπροηγμένα, τὰ δὲ μήτε προηγμένα μήτε ἀποπροηγμένα, καὶ προηγμένα μὲν εἶναι τὰ ἱκανὴν ἀξίαν ἔχοντα, ἀποπροηγμένα δὲ τὰ ἱκανὴν ἀπαξίαν ἔχοντα, μήτε δὲ προῆχθαι μήτε ἀποπροῆχθαι, οἶον τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δά κτυλον καὶ πᾶν ὃ τούτω παραπλήσιόν ἐστιν. τάττεσθαι δ’ ἐν μὲν τοῖς προηγμένοις μένοις τήν τε ὑγείαν καὶ τὴν ἰσχὺν καὶ τὸ κάλλος, πλοῦτόν τε καὶ δόξαν καὶ τὰ ἐοικότα, ἐν δὲ τοῖς ἀποπροηγμένοις νόσον καὶ πενίαν καὶ ἀλγηδόνα καὶ τὰ ἀνάλογα. ὧδε μὲν καὶ οἱ ἀπὸ τῆς Στοὰς· μὴ εἶναι δὲ προηγμένον ἀδιάφορον τὴν ὑγείαν καὶ πᾶν τὸ κατ’ αὐτὴν παραπλήσιον ἔφησεν Ἀρίστων ὁ Χῖος (fr. 361 Arn.) . ἴσον γάρ ἐστι τὸ προηγμένον αὐτὴν λέγειν ἀδιάφορον τῷ ἀγαθὸν ἀξιοῦν, καὶ σχεδὸν ὀνόματι μόνον διαφέρον. καθόλου γὰρ τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα μὴ ἔχειν μηδεμίαν παραλλαγήν, μηδὲ τινὰ μὲν εἶναι φύσει προηγμένα, τινὰ δὲ ἀποπροηγμένα, ἀλλὰ παρὰ τὰς διαφόρους τῶν καιρῶν περιστάσεις μήτε τὰ λεγόμενα προῆχθαι πάντως γίνεσθαι προηγμένα, μήτε τὰ λεγόμενα ἀποπροῆχθαι κατ’ ἀνάγκην ὑπάρχειν ἀποπροηγμένα. ἐὰνγοῦν δέῃ τοῦς μὲν ὑγιαίνοντας ὑπηρετεῖν τῷ τυράννῳ καὶ διὰ τοῦτο ἀναιρεῖσθαι, τούς δὲ νοσοῦντας ἀπολυομένους τῆς ὑπηρεσίας συναπολύεσθαι καὶ τῆς ἀναιρέσεως, ἕλοιτ’ ἂν μᾶλλον ὁ σοφὸς τὸ νοσεῖν κατὰ τοῦτον τὸν καιρὸν ἢ [ὅτι] τὸ ὑγιαίνειν. καὶ ταύτῃ οὔτε ἡ ὑγεία προηγμένον ἐστὶ πάντως οὔτε ἡ νόσος ἀποπροηγμένον.