Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 67-9
Not analysed yet
ὥσπερ οὖν ἐν ταῖς ὀνοματογραφίαις ἄλλοτ’ ἄλλα προτάττομεν στοιχεῖα, πρὸς τἀς διαφόρους περιστάσεις ἀρτιζόμενοι, καὶ τὸ μὲν δέλτα, ὅτε τὸ τοῦ Δίωνος ὄνομα γράφομεν, τὸ δὲ ἰῶτα, ὅτε τὸ τοῦ Ἴωνος, τὸ δὲ ὦ, ὅτε τὸ τοῦ ᾿Ωρίωνος, οὐ τῇ φύσει ἑτέρων παρὰ τὰ ἕτερα γράμματα προκρινομένων, τῶν δὲ καιρῶν τοῦτο ποιεῖν ἀναγκαζόντων, οὕτω κἀν τοῖς μεταξὺ ἀρετῆς καὶ κακίας πράγμασιν οὐ φυσική τις γίνεται ἑτέρων παρ’ ἕτερα πρόκρισις, κατὰ περίστασιν δὲ μᾶλλον.