Ancient Greek
72 to 73
Sextus Empiricus, Adversus mathematicos 72-73
Not analysed yet
Ἀσκληπιάδης τοίνυν μέμφεται τὸν Θρᾷκα Διονύσιον ἐμπειρίαν λέγοντα τὴν γραμματικήν, διʼ ἣν αἰτίαν καὶ ὁ Πτολεμαῖος ἔφη, ἐγκαλεῖ δὲ αὐτῷ καὶ τὸ κατὰ τὸ πλεῖ- στον ἐμπειρίαν αὐτὴν ἀποφαίνειν. τοῦτο μὲν γὰρ τῶν στοχαστικῶν καὶ ὑπὸ τὴν τύχην πιπτουσῶν ἐστὶ τεχνῶν, ὥσπερ κυβερνητικῆς καὶ ἰατρικῆς· γραμματικὴ δέ οὐκ ἔστι στοχαστικὴ ἀλλὰ μουσικῇ τε καὶ φιλοσοφίᾳ παραπλήσιος. ‘εἰ μή τι δέδοικεʼ φησί ‘τὴν ὀλιγότητα τοῦ βίου ὡς οὐκ οὖσαν ἱκανὴν πρὸς τὸ πάντα περιλαβεῖν, ὅπερ ἐστὶν ἄτοπον, γραμματικοῦ ἀλλ’ οὐ γραμματικῆς ποιήσεται τὸν ὅρον, ἐπεί- περ οὗτος μὲν τυχὸν ἴσως ἐπιστήμων ἐστὶ τῶν 〈πλείστων〉 παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ὀλιγόβιον καθεστὼς ζῶον, ἡ δέ γραμματικὴ πάντων εἴδησις.’