Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 74
Not analysed yet
ὅθεν τὸ μέν ἀλλάξας τοῦ ὅρου τούτου τὸ δʼ ἀνελών, οὕτως ἀποδίδωσι τῆς γραμματικῆς τὴν ἔννοιαν· ‘γραμματική ἐστι τέχνη τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομέ- νων. ʼ οὐκ ἀνεῖλε δέ ὁ ἀνὴρ τὰς ἀπορίας ἀλλʼ ἐπέτεινεν καὶ ἐν οἷς θέλει τὴν γραμματικὴν αὔξειν, ἐν τούτοις αὐτὴν ἀνεῖλεν. ἔστω γὰρ πάντων εἴδησις τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. οὐκοῦν ἐπεὶ οὐδέν ἐστιν εἴδησις παρὰ τὸν εἰδότα, οὐδέ γραμματική 〈τι〉 παρὰ τὸν εἰδότα |γραμματικόν, ὡς οὐδὲ περιπάτησις παρὰ τὸν περιπα- τοῦντα καὶ στάσι, παρὰ τὸν ἑστῶτα καὶ κατάκλισις παρὰ τὸν κατακείμενον.