Ancient Greek
73 to 75
Sextus Empiricus, Adversus mathematicos 73-75
Not analysed yet
ῥηθέντων δὲ πολλάκις τῶν λόγων καὶ ἐπʼ αὐτοῖς πεπεισμένων τῶν δικαστῶν οὐδὲν |ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδε- χόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πεί- θειν ῥητορικῆς ἐστι τέλος, ἀλλʼ εἰ ἄρα, 〈τὸ〉 μετὰ τοῦτο ἐπακολουθοῦν. ἄλλως τε καὶ ἐναντίος ἐστὶν ὁ ῥητορικὸς λόγος πειθοῖ. πρῶτον μὲν γὰρ περίεργος καθέστηκεν, προσκόπτουσι δὲ οἱ πολλοὶ τῇ τοῦ λόγου περιεργίᾳ· εἶτα ὁ ἀσαφὴς λόγος οὔκ ἐστι πειστικός, ὁ δὲ τῶν ῥητόρων λόγος ἐν περιόδοις κείμενος καὶ ἐνθυμήμασιν ἧττόν ἐστι σαφής· οὐκ ἄρα πειστικὸς ὁ ἀπὸ τῆς ῥητορικῆς ἐστι λόγος.