Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 76-2
Not analysed yet
ὅ τε εὔνοιαν τοῖς δικασταῖς ἐμποιῶν λόγος, οὗτός ἐστι πειστικός· εὔνοιαν δὲ ἐμποιεῖ οὐχ ὁ ῥητορικὸς ἀλλʼ ὁ ἀφελὴς καὶ τὸν ἰδιωτικὸν ὑποφαίνων τύπον. τῷ μὲν γὰρ τοῦ ῥήτορος ἀντίκεινται πάντες ταῖς ὑπεροχαῖς φθο- νοῦντες· κἂν γὰρ δίκαια κατασκευάζῃ ὁ ῥήτωρ, δοκοῦσι μὴ διὰ τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὴν τοῦ ῥή- τορος πανουργίαν τὰ [μὴ ]δίκαια τοιαῦτα αὐτοῖς φαίνε- σθαι·