Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 75
Not analysed yet
ὡμιολόγηται δέ ὁ γραμματικὸς μὴ ἔχειν πάντων εἴδησιν· οὐκ ἄρα ἔτι ἔστιν εἴδησις πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων, διὰ δὲ τοῦτο οὐδέ γραμματική. καὶ ἄλλως, εἴπερ τέχνη ἐστὶν ἡ γραμ- ματική, εἴδησις οὖσα πάντων τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ἡ δὲ τέχνη σύστημα ἐκ καταλή- ψεων [τῶν περὶ τὸν γραμματικόν ],ἐξ ἀνάγκης μηδενὸς ἔχοντος πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγο- μένων κατάληψιν ἀνύπαρκτος γίνεται ἡ γραμματική.