Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 80
Not analysed yet
ὧν πρὸς μὲν τοὺς πρώτους ῥητέον ὡς εἶπερ τοὺς ἐνδεχομένους εἰς τὰς ὑποθέσεις λόγους εὑρεῖν ἐπαγγέλ- λεται ἡ ῥητορική, ἤτοι τοὺς ἀλθεῖς ἢ δυνατούς ῥηθῆναι ἐπαγγέλλεται. οὔτε δὲ τοὺς ἀληθεῖς· κανόνα γὰρ καὶ κρι- τήριον τῆς τῶν ἀλη̣?ῶν καὶ ψευδῶν διαγνώσεως αὐτοὺς ἔχειν δεῖ, ὅπερ οὐκ ἔχουσιν οὔτε τοὺς δυνατοὺς ῥηθῆναι ἀγνοοῦντες γὰρ τοὺς ἀληθεῖς οὐδὲ τοὺς δυνατοὺς ῥηθῆναι ἐπιγνώσονται.