Ancient Greek
81 to 84
Sextus Empiricus, Adversus mathematicos 81-2-84
Not analysed yet
οὐκ ἄρα ῥητορικῆς 〈τέλος〉 ἐστι τὸ τοὺς ἐνόντας καὶ δυνατοὺς εὑρίσκειν λόγους, ἥ τε ῥητορικὴ οὐ- δὲν ἄλλο ἐστὶν τὸ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους. ὅθεν ὁ τοῦτο λέγων τέλος δυνάμει τὴν ῥητορικὴν τέλος εἶναι λέγει τῆς ῥητορικῆς. οὖ τε χάριν ἅπαντά φησι πράσσειν ὁ ῥήτωρ, ἐκεῖνο ἂν τέλος εἴη οὐχὶ δέ γε χάριν τῶν ἐνδεχομένων ἐπιχειρήσεων πάντα πράσσει ὁ ῥήτωρ, ἀλλὰ τοῦ μετὰ τὰς ἐπιχειρήσεις ἐπακολουθοῦντος τοίνυν οὐκ ἂν εἴη τέλος ἐκεῖνο. καὶ μὴν οὗπερ δεῖται τέλους τυχεῖν ὁ ῥήτωρ, τούτου καὶ ὁ μισθωσάμενος αὐτὸν ἰδιώτης· τοῦ δέ γε τοὺς ἐνδεχομένους εὑρεῖν λόγους οὐ σπεύδει τυχεῖν ὁ ἰδιώτης, ἀλλʼ ἑτέρου τινός· ἐκεῖνο ἄρα τέλος γενήσε- ται, καὶ οὐ τὸ τούς ἐνδεχομένους λόγους εὑρεῖν. καὶ μὴν οὐδὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν πραγ- μάτων οἵαν οἱ λέγοντες θέλουσιν τοῦτο γὰρ οὐ δι- ήνεγκε τοῦ [μὴ ]πείθειν, ἐπείπερ ὁ πεπεικὼς δόξαν ἐμπε- ποίηκε τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οὗτος θέλει. ἐδείξαμεν (§60— 71) δὲ ἡμεῖς ὅτι οὔκ ἐστι τῆς ῥητορικῆς τέλος τὸ πείθειν, ὥστε οὐδὲ τὸ δόξαν ἐμποιεῖν. ἀλλὰ μὴν οὐδὲ τὸ συμφέρον,