Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 85-3
Not analysed yet
καὶ ὅτι ταῦθʼ οὕτως ἔχει, πρόδηλον ἐκ τοῦ καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καθάπερ ἀρκτοῦρον καὶ κύνα, μὴ κατὰ τὸν αὐ- τὸν χρόνον τοῖς ἐν παντὶ κλίματι κατοικοῦσι φαίνεσθαι ἀλλ᾿ ἄλλοις κατ᾿ ἄλλον. Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται κατ᾿ ἀκρίβειαν τὸ ὡροσκο- ποῦν ζῴδιον λαβεῖν, διὰ δὲ τοῦτο οὐδὲ τῶν ἄλλων τι κέντρων, ἀφʼ ὧν αἱ προαγορεύσεις γίνονται τοῖς Χαλ- δαίοις, αὐτάρκως παρεστήσαμεν.