Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 86-3
Not analysed yet
ἐκ περιουσίας δὲ λεκτέον ὅτι κἂν καταληπτὸς ᾖ ὁ ἀκριβὴς τῆς τούτων ἐπαναφορᾶς χρόνος, ἐκεῖνο μὲν συμφανὲς ὅτι οὐθεὶς τῶν παραγινομέ- νων πρὸς τοὺς Χαλδαίους ἰδιωτῶν τετηρηκὼς ἐφʼ ἑαυτοῦ τὸν ἀκριβῆ χρόνον παραγίνεται· πολλῆς γὰρ ἦν τεχνι- τείας τὸ πρᾶγμα, ὡς πρότερον (§27 sqq.) ἐδείκνυμεν, καὶ πλέον ἢ κατ᾿ ἰδιώτην ὁ λόγος ὑπέφαινεν.