Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 89-2
Not analysed yet
οὐθεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος, πολλῶν κατὰ τὴν οἰκουμένην συναποτεχθέντων αὐτῷ, cὐδὲ Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε εἰ τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖος ἐπισκέπτεται, οὐ δυνήσεται παγίως λέγειν ὅτι ὁ κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει, πολλοὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον τούτῳ γεννηθέντες ἐδυστύχησαν, καὶ ἀνάπαλιν ὅτι ὅδε τις ἀπορήσει· οὐκ ὀλίγοι γὰρ τῶν τὸ αὐτὸ διάθεμα ἐσχηκότων εὐπορώτατοι κατεγήρα- σαν.