Ancient Greek
90 to 91
Sextus Empiricus, Adversus mathematicos 90-3-91
Not analysed yet
καὶ μὴν οὐδὲ μετρίως ἐλέγχειν φαίνεται τοὺς Χαλ- δαίους καὶ ὁ ἀναστρέφων πρὸς τὴν εἰρημένην ἐπιχεί- ρησιν λόγος. εἰ γὰρ οἱ τὸ αὐτὸ διάθεμα τῆς γενέσεως ἔχοντες τοῖς αὐτοῖς ἀποτελέσμασιν ἐν τῷ βίῳ περιπί- πτουσι, πάντως καὶ οἱ διαφόρους ἔχοντες γενέσεις διά- φοροι γίνονται. ὅπερ ἐστὶ ψεῦδος· ὁρῶμεν γὰρ πολλοὺς κατά τε ἡλικίας διαφέροντας καὶ κατὰ μορφὰς σωμιάτων καὶ κατὰ ἄλλας παμπληθεῖς παθῶν ἰδιότητας τῷ ὁμοίῳ τέλει περιπεπτωκότας καὶ ἤτοι ἐν πολέμῳ ἀπολομένους ἢ ἐν συμπτώσεσιν οἰκιῶν ἀπολη |φθέντας ἢ ναυαγίοις κατα- ποντισθέντας· οἷς, εἴπερ ἔζων, πῶς ἂν ὁ Χαλδαῖος προει- ρήκει τὴν ἐσομένην τοῦ βίου καταστροφήν, ἄξιον διαπο- ρεῖν.