Ancient Greek
89 to 90
Sextus Empiricus, Adversus mathematicos 89-5-90
Not analysed yet
ἐν ᾧ δὲ μὴ ἔστι, πάλιν ἀδύνατον αὐτὸ κινεῖσθαι· ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὔτε δρᾶσαί τι οὔτε παθεῖν δύναται, κατὰ ταὐτὰ δὲ οὐδὲ κινεῖσθαι, καὶ ὧς οὐκ ἄν τις λέγοι τὸν ἐν Ῥόδῳ ὄντα ἐν Ἀθήναις κινεῖσθαι, οὕτως οὐδὲ κοινῶς πᾶν σῶμα ἐρεῖ ἐν ἐκείνῳ κινεῖσθαι τῷ τόπῳ, ἔνθα μὴ ἔστιν. ὅθεν εἰ δύο εἰσὶ τόποι ὅ τε ἐν ὡ ἔστι καὶ ἐν ὡ μὴ ἔστι, δέδεικται δ’ ἐν μηδετέρῳ τούτων δυνάμενον κινεῖσθαι τὸ κινούμενον, οὐκ ἂν εἴη τὸ κινούμενον. Τοιαύτη μὲν καὶ ἡ τοῦ λόγου παραμυθία· ποικίλως δὲ καὶ πολλῶν πολλῶν ἀντείρηται, ὧν τἀς ἐνστάσεις παρακειμένως ἐκθησόμεθα.