Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 91-7
Not analysed yet
καὶ δὴ ἔνιοι μὲν ἀδύνατον εἶναί φασι τῶν συντελεστικῶν ἀληθῶν ὄντων ψευδῆ τυγχάνειν τὰ παρατατικὰ τούτων, ἀλλ’ ἀληθῆ καθεστάναι, καὶ ψευδῶν ὄντων ἀναλόγως ψευδῆ. οὗ γὰρ ἔστι τι πέρας, ἔστι κἀκεῖνο, καὶ τοῦ μὴ ὄντος οὐκ ἂν εἴη τι πέρας. εἰ δὲ πέρας ὑπῆρχε τοῦ παρατατικοῦ τὸ συντελεστικόν, ἀνάγκη ἄρα τοῦ συντελεστικοῦ ὄντος, ὃ δὴ πέρας ἐστίν, εἷναι καὶ τὸ παρατατικὸν οὗ τοῦτο πέρας ἐστίν.