Ancient Greek
9 to 10
Sextus Empiricus, Adversus mathematicos 9-5-10
Not analysed yet
ὁ μὲν γὰρ Πλάτων’ παντὸς μέρους φιλοσοφίας αὐτῶ μεταδίδωσιν, τοῦ μὲν λο- γικοῦ παρόσον περὶ ὅρων καὶ διαιρέσεων καὶ ἐτυμολογίας παρεισῆκται ζητῶν, ἅπερ ἐστὶ λογικά, τοῦ δὲ ἠθικοῦ ὅτι περὶ ἀρετῆς καὶ πολιτείας καὶ νόμων διασκέπτεται, τοῦ δὲ φυσικοῦ ὅτι καὶ περὶ κόσμου τι καὶ περὶ ζωογονίας καὶ ψυχῆς πεφιλοσόφηκεν. ἔνθεν καὶ ὁ Τίμων (fr. 62 Diels) αἰτιᾶται τὸν Πλάτωνα ἐπὶ τῷ οὕτω καλλωπίζειν τὸν Σωκράτην πολλοῖς μαθήμασιν· ‘‘ἥ γάρ, φησί, τὸν οὐκ ἐθέλοντα μεῖ- ’ναι ἠθολόγον”.