Ancient Greek
92 to 93
Sextus Empiricus, Adversus mathematicos 92-6-93
Not analysed yet
καὶ ὧς οὐδέν ἐστι τὸ γεγενῆσαι συντελεστικὸν μὴ ὄντος ἀληθοῦς τοῦ γίνεσθαι παρατατικοῦ, καὶ ὃν τρόπον οὐδέν ἐστι τὸ ἐφθάρθαι συντελεστικὸν μὴ προυπάρξαντος τοῦ φθείρεσθαι παρατατικοῦ, οὕτως ἀδύνατόν ἐστι, μὴ ὄντος ἀληθοῦς τοῦ κινεῖσθαι παρατατικοῦ, ἀληθὲς εἶναι τὸ κεκινῆσθαι συντελεστικόν. ἄλλοι δέ φασι δύνασθαί τι ἐν ᾧ περιέχεται τόπω κινεῖσθαι· αἱ γὰρ περὶ τοῖς κνώδαξιν εἱλούμεναι σφαῖραι καὶ οἱ περιδινούμενοι ἄξονες καὶ ἤδη τὰ τύμπανα καὶ οἱ κεραμευτικοὶ τροχοὶ καὶ ἄλλα παμπληθῆ τούτοις ἐοικότα σώματα κινεῖται μέν, ἐν ᾧ δὲ ἔστι τόπῳ κινεῖται, ὥστε ψεῦδος εἶναι ἕν τι τοῦ λόγου λῆμμα, τὸ μὴ κινεῖσθαί τι ἐν ᾧ ἔστι τόπῳ.