Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 93-5
Not analysed yet
τούτους οὖν ἀποδέχῃ οὐ διὰ τὸ τὰ ὐπ’ αὐτῶν κατεσκευασμένα περισσῶς δεδημιουργῆσθαι; ἔγωγε, ἔφη. εἰ οὖν ὁ Πολυκλείτου ἀνδριὰς καὶ ἐμψυχίαν προσλάβῃ, οὐ πολὺ μᾶλλον ἀποδέξῃ τὸν τεχνίτην; καὶ μάλα. ἆρ᾿ οὖν ἀνδριάντα μὲν ὁρῶν ἔφης ὑπό τινος τεχνίτου δεδημιουργῆσθαι, ἄνθρωπον δὲ ὁρῶν κατὰ τε ψυχὴν εὖ κινούμενον καὶ κατὰ τὸ σῶμα εὖ κεκοσμημένον οὐκ οἴει ὑπό τινος νοῦ περιττοῦ δεδημιουργῆσθαι;