Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 94-6
Not analysed yet
εἶτα δὲ ὁρῶν θέσιν τε καὶ χρῆσιν μερῶν, πρῶτον μὲν ὅτι διανέστησε τὸν ἄνθρωπον, ὄμματά γε μὴν ἔδωκεν ὥστε ὁρᾶν τὰ ὁρατά, ἀκοὴν δὲ ὥστε ἀκούειν τὰ ἀκουστὰ. ὀσμῆς γε μὴν τί ἂν ἦν ὄφελος, εἰ μὴ ῥῖνας προσέθηκεν, χυμῶν τε μὴν ὁμοίως, εἰ μὴ γλῶσσα ἡ τούτων ἐπιγνώμων ἐνειργάσθη; καὶ ταῦτ” φησὶν (ib. §8) “εἰδώς, ὅτι γῆς τε μέρος μικρὸν ἔχεις ἐν τῷ σώματι πολλῆς οὔσης, ὑγροῦ τε μὴν βραχὺ πολλοῦ ὄντος, πυρὸς ἀέρος τε ὁμοίως· νοῦν δὲ ἄρα μόνον οὐδαμοῦ ὄντα εὐτυχῶς πόθεν δοκεῖς συναρπάσαι;”