Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 94-4
Not analysed yet
καὶ τοῦτο ἐμφαίνοντες οἱ Πυθαγορικοὶ ποτὲ μὲν εἰώθασι λέγειν τὸ ἀριθμῶ δέ τε πάντ’ ἐπέοικεν, ὁτὲ δὲ τὸν φυσικώτατον ὀμνύναι ὅρκον οὑτωσί (B 15 Diels), οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν, τὸν μὲν παραδόντα λέγοντες Πυθαγόραν τοῦτον γὰρ ἐθεοποίουν), τετρακτὺν δὲ ἀριθμόν τινα, ὃς ἐκ τεσσάρων τῶν πρώτων ἀριθμῶν συγκείμενος τὸν τελειότατον ἀπήρτιζεν, ὥσπερ τὸν δέκα· ἱὲν γὰρ καὶ δύο καὶ τρία καὶ τέσσαρα δέκα γίνεται.