Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 95-5
Not analysed yet
ἔστι τε οὗτος ὁ ἀριθμὸς πρώτη τετρακτύς, πηγὴ δὲ ἀενάου φύσεως λέλεκται παρόσον κατ’ αὐτοὺς ὁ σύμπας κόσμος κατὰ ἁρμονίαν διοικεῖται, ἡ δὲ ἁρμονία σύστημά ἐστι τριῶν συμφωνιῶν ,τῆς τε διὰ τεσσάρων καὶ τῆς διὰ πέντε καὶ τῆς διὰ πασῶν, τούτων δὲ τῶν τριῶν συμφωνιῶν αἱ ἀναλογίαι ἐν τοῖς προειρημένοις τέσσαρσιν ἀριθμοῖς εὑρίσκονται, ἔν τε τῷ ἱὲν κἀν τῷ δύο κἀν τῷ τρία κἀν τῷ τέσσαρα.