Ancient Greek
95 to 96
Sextus Empiricus, Adversus mathematicos 95-2-96
Not analysed yet
Πρός γε μὴν τοῖς εἰρημένοις, εἶπερ ὑποδεῖξαι τὸ δί- κμιον τοῖς δικασταῖς ἐν τῷ δικανικῷ μέρει τῆς ῥητορικῆς ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμιγισβητήσι- μον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν ἐπὶ τούτου γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου καθεστῶτος. λείπεται οὖν τὸ ἀμφισβητήσιμον. ὃ πάλιν ἐστὶν ἄπορον· τοσοῦτον γὰρ ἀπέχουσιν οἱ εἰς τοὐναντίον ἐπιχειροῦντες τὴν ἀμφισβήτησιν λύειν ὡς καὶ ἐκ τῶν ἐν- αντίων αὐτὴν ἐπισφίγγειν, ἐπιθολοῦντες τὴν τῶν δικα- στῶν γνώμην. καὶ τούτου πίστις ἡ περὶ Κόρακος φερο- μένη παρὰ τοῖς πολλοῖς ἱστορία.