Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 97-2
Not analysed yet
νεανίας γὰρ πόθῳ ῥη- τορικῆς κατασχεθεῖς προσῆλθεν αὐτῷ τὸν ὁρισθησόμενον ὑπʼ αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώ- την νικήσῃ δίκην. συμφψωνίας δὲ γενομένης, καὶ τοῦ μει- ρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει τὸν μισθόν, ὁ δ · ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νι- κήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δέ κατὰ τὸν τῆς συμφω- νίας λόγον· ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νι- κήσας ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν.