Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 95-4
Not analysed yet
τοίνυν οὐκ ἐστιν εὔλογον πρὸς τὰς τῶν ἀ- στέρων κινήσεις διοικεῖσθαι τὸν βίον ἢ εἴπερ ἐστὶν εὔ- λογον, ἡμῖν πάντως ἀκατάληπτον. Ἀπὸ δὲ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως δυσωπήσομεν αὐτοὺς καὶ ἐν οἷς συνοικειοῦν θέλουσι τοῖς τῶν ζῳδίων τύποις τάς τε μορφὰς καὶ τὰ ἤθη τῶν ἀνθρώπων, οἷον ὅταν λέγωσιν, ὁ ἐν λέοντι γεννηθεὶς ἀνδρεῖος ἔσται, ὁ δέ ἐν παρθένῳ τετανόθριξ χαροπὸς λευκόχρως ἄπαις αἰδήμιων.