Ancient Greek
96 to 98
Sextus Empiricus, Adversus mathematicos 96-3-98
Not analysed yet
ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια γέλωτος μᾶλ- λον ἢ σπουδῆς ἐστιν ἄξια. πρῶτον μέν γάρ, εἰ ὅτι ἄλκι- μον καὶ ἀρρενωπόν ἐστιν ὁ λέων, φασὶ τὸν ἐν αὐτῷ γεν- νώμενον ἀνδρεῖον τυγχάνειν, πῶς τὸν ταῦρον ἀναλογοῦντα τούτῳ θῆλυ νομίζουσι ζῷον; εἶτα μάταιον τὸ οἴεσθαι ζῴδιον κάλλιστον τὸν λέοντα τὸν ἐν οὐρανῷ ἀναλογίαν ἔχειν τῷ ἐπὶ γῆς· εἰκὸς γὰρ τοὺς παλαιούς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δέ οὐδὲ κατ᾿ αὐτὴν ἀλλʼ εὐσήμου χάριν διδασκαλίας. τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέ- ρες, 〈τοσοῦτον〉 διεστῶτες ἀπʼ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ οἱ πέντε, ἐφʼ ὧν φησιν ὁ Ἄρατος (phaen. 56) ἀλλο δύο κροτάφους, δύο δʼ ὄμματα, εἰς δʼ ὑπένερθεν ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.