Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 97-7
Not analysed yet
οὐ συνεῖδον δὲ οἱ ταῦτα λέγοντες τὸ μὲν πρῶτον, ὅτι καὶ τοῖς ἀτιμοτάτοις ζῴοις μεταδιδόασι τἀγαθοῦ (πολλὴ γὰρ μετουσία κἀκείνοις ἐστὶν ἡδονῆς), εἶθ᾿ ὅτι οὐδὲ τὸ καθάπαξ φευκτόν ἐστιν ὁ πόνος· καὶ γὰρ πόνῳ πραύνεται πόνος, καὶ ὑγεία, ἔτι δὲ ῥῶσις καὶ θρέψις γίνεται σωμάτων διὰ πόνων, τέχνας τε καὶ ἐπιστήμας τἀς ἀκριβεστάτας ἀναλαμβάνουσιν ἄνδρες οὐ χωρὶς πόνου, ὥστ’ οὐ πάντως φύσει φευκτὸν ὁ πόνος.