Ancient Greek
98 to 100
Sextus Empiricus, Adversus mathematicos 98-7-100
Not analysed yet
καὶ μὴν οὐδὲ τὸ δοκοῦν ἡδὺ φύσει πάντως αἱρετόν· πολλάκις γοῦν τὰ κατὰ τὴν πρώτην ἐμπέλασιν ἡστικῶς ἡμᾶς διατιθέντα, ταῦτα ἐκ δευτέρου, καίπερ ὄντα τὰ αὐτά, ἀηδῆ νομίζεται, ὡς ἂν τοῦ ἡδέος οὐ φύσει ὄντος τοιούτου, ἀλλὰ παρὰ τἀς διαφόρους περιστάσεις ὁτὲ μὲν οὕτως, ὁτὲ δ’ ἐκείνως κινοῦντος ἡμᾶς. Ναί, ἀλλὰ καὶ οἱ μόνον τὸ καλὸν ἀγαθὸν δοξάζοντες (Stoic. fr. III 99 Arn.) δείκνυσθαι νομίζουσιν, ὅτι φύσει τοῦτο αἱρετόν ἐστι καὶ ἀπὸ τῶν ἀλόγων ζῴων. ὁρῶμεν γάρ, φασίν, ὥς τινα γενναῖα ζῷα, καθάπερ ταῦροι καὶ ἀλεκτρυόνες, καίπερ μηδεμιᾶς αὐτοῖς ὑποκειμένης τέρψεως καὶ ἡδονῆς διαγωνίζεται μέχρι θανάτου. καὶ τῶν ἀνθρώπων δὲ οἱ ὑπὲρ πατρίδος ἢ γονέων ἢ τέκνων εἰς ἀναίρεσιν ἑαυτοὺς ἐπιδιδόντες οὐκ ἄν ποτε τοῦτ’ ἐποίουν, μηδεμιᾶς αὐτοῖς ἐλπιζομένης μετὰ θάνατον ἡδονῆς, εἰ μὴ φυσικῶς τὸ καλὸν καὶ ἀγαθὸν τούτους τε καὶ πᾶν τὸ γενναῖον ἀεὶ ζῷον ἐπεσπᾶτο πρὸς τὴν αὐτοῦ αἵρεσιν.