Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 99-4
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ ὡς ἀνώτερον (§88 sq.) ἐλέγομεν, τῶν ἐν τούτῳ τῷ ζῳδιῳ γεννωμένων οὔθʼ αἱ μορφαί εἰσιν αἱ αὐταὶ οὔτε τὰ ἤθη ἐστὶν ὅμοια, ἐκτὸς εἰ μὴ τὰς μοίρας εἰς ἃς ἕκαστον διαιρεῖται ζῴδιον καὶ τὰ λεπτὰ φήσουσι τῆς τοιαύτης διαφορᾶς ἑἶναι ποιητικά. ὃ πάλιν ἐστὶν ἀδύ- νατον ἐδείξαμεν γὰρ τὴν ἐν αὐτοῖς τοῖς χρόνοις τῆς ἀπο- τέξεως καὶ ὡροσκοπήσεως ἀκρίβειαν ἀσύστατον.