Ancient Greek · ~1 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, η′ εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 16
Not analysed yet
Ὁμοίως δὲ φερόμεθα καὶ ἐν τῷ ἐρωτᾶσθαι εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. εἰ μὲν <γάρ> τις αἵρεσιν εἷναι πρόσκλισιν δόγμασι πολλοῖς ἀκολουθίαν ἔχουσι πρὸς ἄλληλά τε καὶ <τὰ> φαινόμενα, καὶ λέγει δόγμα πράγματι ἀδήλῳ συγκατάθεσιν, φήσομεν μὴ ἒχειν αἳρεσιν.