Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, η′ εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 17
Not analysed yet
εἰ δέ τις αἵρεσιν εἷναι φάσκει τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἀγωγήν, ἐκείνου τοῦ λόγου ὡς ἔστιν ὀρθῶς δοκεῖν ζῆν ὑποδειχνύοντος (τοῦ ὀρθῶς μὴ μόνον κατ’ ἀρετὴν ἀλλ’ ἀφελέστερον) καὶ ἐπὶ τὸ ἐπέχειν δύνασθαι διατείνοντος, αἵρεσίν φαμεν ἔχειν· ἀκολουθοῦμεν γάρ τινι λόγῳ κατὰ τὸ φαινόμενον ὑποδεικνύντι ἡμῖν τὸ ζῆν πρὸς τὰ πάτρια ἔθη καὶ τοὺς νόμους καὶ τἀς ἀγωγὰς καὶ τὰ οἰκεῖα πάθη.