Ancient Greek · ~1 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιη′ περὶ τῶν σκεπτικῶν φωνῶν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 187
Not analysed yet
Ἐπεὶ δὲ ἑκάστῳ χρώμενοι τούτων τε καὶ τῶν τῆς ἐποχῆς τρόπων ἐπιφθεγγόμεθα φωνάς τινας τῆς σκεπτικῆς διαθέσεως καὶ τοῦ περὶ ἡμᾶς πάθους μηνυτικάς, οἷον λέγοντες ῾οὐ μᾶλλον᾿ ῾οὐδὲν ὁριστέον᾿ καὶ ἄλλας τινάς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἑξῆς διαλαβεῖν. ἀρξώμεθα δὲ ἀπὸ τῆς ῾οὐ μᾶλλον. ᾿