Ancient Greek
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιθ′ περὶ τῆς ῾οὐ μᾶλλον᾿ φωνῆς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 188
Not analysed yet
Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα, ὁτὲ δὲ οὕτως ῾οὐδὲν μᾶλλον᾿· οὐ γὰρ ὥς τινες ὐπολαμβάνουσι, τὴν μὲν ῾οὐ μᾶλλον᾿ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ῾οὐδὲν μᾶλλον᾿ ἐν ταῖς γενικαῖς, ἀλλ᾿ ἀδιαφόρως τήν τε ῾οὐ μᾶλλον᾿ καὶ τὴν ῾οὐδὲν μᾶλλον᾿ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα. μέθᾳ. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ῾διπλῆ᾿, δυνάμει φαμὲν ῾διπλῆ᾿, καὶ ὅταν λέγέγωμεν ῾πλατεἱα᾿, δυνάμει λέγομεν ῾πλατεῖα ὁδός᾿, οὕτως ὅταν εἰπ́ωμεν ῾οὐ μᾶλλον,᾿ δυνάμει φαμὲν ‘οὐ μᾶλλον τόδε ἢ τόδε,