Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιθ′ περὶ τῆς ῾οὐ μᾶλλον᾿ φωνῆς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 189
Not analysed yet
ἄνω κάτω.’ τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνουσιν ἀντὶ πὐσματοςτὸ ῾οὐ᾿ (<ἀντὶ>τοῦ τί μᾶλλον τόδε ἢ τόδε, τὸ τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἴν’ ᾖ τὸ λεγόμενον ‘διὰ τί μᾶλλον τόδε ἢ τόδε;’ σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον (Eur. Herc. fr. 1) τίς τὸν Δῖός σύλλεκτρον οὐκ οἶδε βροτῶν; καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων, οἷον ‘ζητῶ ποῦ οἰκεῖ Δίων’ καὶ ‘πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν. ᾿ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ <τί> παραλαμβάνεται παρὰ Μενάνδρῳ· (fr. 900 Kock.) τί γὰρ ἐγὼ κατελειπόμην; δηλοῖ δὲ τὸ ‘οὐ μᾶλλον τόδε ἢ τόδε᾿ καὶ πάθος ἡμέτερον,