Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, κα′ περὶ τοῦ ‘τάχα᾿ · καὶ τοῦ ‘ἔξεστι᾿ · καὶ τοῦ ‘ἐνδέχεται᾿.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 194
Not analysed yet
Τὸ δὲ ‘τάχα’ καὶ ‘οὐ τάχα καὶ ‘ἔξεστι’ καὶ ‘οὐκ ἔξεστι᾿ καὶ ‘ἐνδέχεται’ καὶ ‘οὐκ ἐνδέχεται’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘τάχα μὲν ἔστιν τάχα δ’ οὐκ ἔστιν’ καὶ, ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι’ καὶ ‘ἐνδέχεται μὲν εἶναι ἐνδέχεται δὲ μὴ εἶναι’ ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ ‘μὴ ἐξεῖναι’ ἀντὶ τοῦ ‘ἐξεῖναι μὴ εἶναι᾿ καὶ τὸ ‘μὴ ἐνδέχεσθαι᾿ ἀντὶ τοῦ ‘ἐνδέχεσθαι μὴ εἶναι’ καὶ τὸ ‘οὐ τάχα ἀντὶ ‘τοῦ τάχα μὴ εἶναι’.